Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 8.91 Hdt. 8.92 (English) >>Hdt. 8.93

ch. 92 8.92.1 ἐνθαῦτα συνεκύρεον νέες τε Θεμιστοκλέος διώκουσα νέα καὶ Πολυκρίτου τοῦ Κριοῦ ἀνδρὸς Αἰγινήτεω νηὶ ἐμβαλοῦσα Σιδωνίῃ, περ εἷλε τὴν προφυλάσσουσαν ἐπὶ Σκιάθῳ τὴν Αἰγιναίην, ἐπʼ ἧς ἔπλεε Πυθέης Ἰσχενόου, τὸν οἱ Πέρσαι κατακοπέντα ἀρετῆς εἵνεκα εἶχον ἐν τῇ νηὶ ἐκπαγλεόμενοι· τὸν δὴ περιάγουσα ἅμα τοῖσι Πέρσῃσι ἥλω νηῦς Σιδωνίη, ὥστε Πυθέην οὕτω σωθῆναι ἐς Αἴγιναν. 8.92.2 ὡς δὲ ἐσεῖδε τὴν νέα τὴν Ἀττικὴν Πολύκριτος, ἔγνω τὸ σημήιον ἰδὼν τῆς στρατηγίδος, καὶ βώσας τὸν Θεμιστοκλέα ἐπεκερτόμησε ἐς τῶν Αἰγινητέων τὸν μηδισμὸν ὀνειδίζων. ταῦτα μέν νυν νηὶ ἐμβαλὼν Πολύκριτος ἀπέρριψε ἐς Θεμιστοκλέα· οἱ δὲ βάρβαροι τῶν αἱ νέες περιεγένοντο, φεύγοντες ἀπίκοντο ἐς Φάληρον ὑπὸ τὸν πεζὸν στρατόν.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 8.91 Hdt. 8.92 (English) >>Hdt. 8.93

Powered by PhiloLogic